ΙΟΥΔΑ 猶大書
經文(重音、大小寫、標點符號、排版) 出自 OGNTa Project(@GitHub);分段和標題則是根據 UBS5)。
Salutation (Jud 1:1-2)
Jud 1:1 Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος , ἀδελφὸς δὲ Ἰακώβου , Τοῖς ἐν Θεῷ Πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς ·Jud 1:2 Ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη .
Judgment on False Teachers (Jud 1:3-16)
Jud 1:3 Ἀγαπητοί , πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει .Jud 1:4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι , οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα , ἀσεβεῖς , τὴν τοῦ Θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον Δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι . Jud 1:5 Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι , εἰδότας ὑμᾶς ἅπαξ πάντα ὅτι Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν ,Jud 1:6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν ,Jud 1:7 ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας , πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι . Jud 1:8 Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν κυριότητα δὲ ἀθετοῦσιν δόξας δὲ βλασφημοῦσινJud 1:9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος , ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος , οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας ἀλλὰ εἶπεν , Ἐπιτιμήσαι σοι Κύριος .Jud 1:10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν , ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται , ἐν τούτοις φθείρονται .Jud 1:11 οὐαὶ αὐτοῖς , ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο .Jud 1:12 Οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες συνευωχούμενοι ἀφόβως , ἑαυτοὺς ποιμαίνοντες , νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι , δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα ,Jud 1:13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας , ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται . Jud 1:14 Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων , Ἰδοὺ ἦλθεν Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦJud 1:15 ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πᾶσαν ψυχὴν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς .Jud 1:16 Οὗτοί εἰσιν γογγυσταί μεμψίμοιροι κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι , καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα , θαυμάζοντες πρόσωπα ὠφελείας χάριν .
Warnings and Exhortations (Jud 1:17-23)
Jud 1:17 Ὑμεῖς δέ , ἀγαπητοί , μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ΧριστοῦJud 1:18 ὅτι ἔλεγον ὑμῖν Ἐπ᾽ ἐσχάτου χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν .Jud 1:19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες , ψυχικοί , Πνεῦμα μὴ ἔχοντες . Jud 1:20 Ὑμεῖς δέ , ἀγαπητοί , ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει , ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι ,Jud 1:21 ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον .Jud 1:22 Καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους ,Jud 1:23 οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες , οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα .
Benediction (Jud 1:24-25)
Jud 1:24 Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει ,Jud 1:25 μόνῳ Θεῷ Σωτῆρι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας , Ἀμήν .