ΙΩΑΝΝΟΥ Β
約翰二書 Interlinear (中英文)
Salutation (2Jo 1:1-3)
2JN 1:1 Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς , οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ , καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν , 2JN 1:2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν , καὶ μεθ᾽ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα · 2JN 1:3 ἔσται μεθ᾽ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρός , καὶ παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός , ἐν ἀληθείᾳ καὶ ἀγάπῃ .
Truth and Love (2Jo 1:4-11)
2JN 1:4 Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ , καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός . 2JN 1:5 καὶ νῦν ἐρωτῶ σε , κυρία , οὐχ ὡς ἐντολὴν καινὴν γράφων σοι ἀλλὰ ἣν εἴχομεν ἀπ᾽ ἀρχῆς , ἵνα ἀγαπῶμεν ἀλλήλους . 2JN 1:6 καὶ αὕτη ἐστὶν ἡ ἀγάπη , ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ · αὕτη ἡ ἐντολή ἐστιν , καθὼς ἠκούσατε ἀπ᾽ ἀρχῆς , ἵνα ἐν αὐτῇ περιπατῆτε . 2JN 1:7 ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον , οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί · οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος . 2JN 1:8 βλέπετε ἑαυτούς , ἵνα μὴ ἀπολέσητε ἃ εἰργασάμεθα , ἀλλὰ μισθὸν πλήρη ἀπολάβητε . 2JN 1:9 πᾶς ὁ προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει · ὁ μένων ἐν τῇ διδαχῇ , οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει . 2JN 1:10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει , μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε · 2JN 1:11 ὁ λέγων γὰρ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς .
Final Greetings (2Jo 1:12-13)
2JN 1:12 Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος , ἀλλὰ ἐλπίζω γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι , ἵνα ἡ χαρὰ ὑμῶν πεπληρωμένη ᾖ . 2JN 1:13 Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς .
約翰二書希臘文筆記 ↵