Πἐτρου αʹ 彼得前書
經文(重音、大小寫、標點符號、排版) 出自 OGNTa Project(@GitHub);分段和標題則是根據 UBS5
Salutation (1Pe 1:1-2)
1Pe 1:1 Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ Ἐκλεκτοῖς παρεπιδήμοις Διασπορᾶς Πόντου , Γαλατίας , Καππαδοκίας , Ἀσίας καὶ Βιθυνίας1Pe 1:2 κατὰ πρόγνωσιν Θεοῦ Πατρός ἐν ἁγιασμῷ Πνεύματος εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ , Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη .
A Living Hope (1Pe 1:3-12)
1Pe 1:3 Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν ,1Pe 1:4 εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς1Pe 1:5 τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ1Pe 1:6 ἐν ᾧ ἀγαλλιᾶσθε , ὀλίγον ἄρτι , εἰ δέον ἐστὶν , λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς ,1Pe 1:7 ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου , διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ1Pe 1:8 ὃν οὐκ ἰδόντες ἀγαπᾶτε , εἰς ὃν ἄρτι μὴ ὁρῶντες , πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ1Pe 1:9 κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν σωτηρίαν ψυχῶν .1Pe 1:10 Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες1Pe 1:11 ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας .1Pe 1:12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς , ὑμῖν δὲ διηκόνουν αὐτά ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ ἀποσταλέντι ἀπ᾽ οὐρανοῦ , εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι .
A Call to Holy Living (1Pe 1:13-25)
1Pe 1:13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν νήφοντες τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ .1Pe 1:14 ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις ,1Pe 1:15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε ,1Pe 1:16 διότι γέγραπται · Ἅγιοι ἔσεσθε , ὅτι ἐγὼ ἅγιος .1Pe 1:17 Καὶ εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον , ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε 1Pe 1:18 εἰδότες ὅτι οὐ φθαρτοῖς , ἀργυρίῳ ἢ χρυσίῳ , ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου1Pe 1:19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ1Pe 1:20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου , φανερωθέντος δὲ ἐπ᾽ ἐσχάτου τῶν χρόνων δι᾽ ὑμᾶς 1Pe 1:21 τοὺς δι᾽ αὐτοῦ πιστοὺς εἰς Θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα , ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν . 1Pe 1:22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς1Pe 1:23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος .1Pe 1:24 διότι Πᾶσα σὰρξ ὡς χόρτος καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου · ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν ·1Pe 1:25 τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα . Τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς .
The Living Stone and the Holy Nation (1Pe 2:1-10)
1Pe 2:1 Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς1Pe 2:2 ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε , ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν ,1Pe 2:3 εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος .1Pe 2:4 Πρὸς ὃν προσερχόμενοι λίθον ζῶντα ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον , παρὰ δὲ Θεῷ ἐκλεκτὸν ἔντιμον ,1Pe 2:5 καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους Θεῷ διὰ Ἰησοῦ Χριστοῦ .1Pe 2:6 διότι περιέχει ἐν γραφῇ · Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον , καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ . 1Pe 2:7 Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν , ἀπιστοῦσιν δὲ Λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες , οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας1Pe 2:8 Καὶ Λίθος προσκόμματος καὶ πέτρα σκανδάλου · Οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες εἰς ὃ καὶ ἐτέθησαν .1Pe 2:9 Ὑμεῖς δὲ γένος ἐκλεκτόν , βασίλειον ἱεράτευμα , ἔθνος ἅγιον , λαὸς εἰς περιποίησιν , ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς ·1Pe 2:10 οἵ ποτε οὐ λαὸς , νῦν δὲ λαὸς Θεοῦ , οἱ οὐκ ἠλεημένοι , νῦν δὲ ἐλεηθέντες .
Live as Servants of God (1Pe 2:11-17)
1Pe 2:11 Ἀγαπητοί , παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς ·1Pe 2:12 τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν , ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες δοξάσωσιν τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς . 1Pe 2:13 Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον , εἴτε βασιλεῖ ὡς ὑπερέχοντι1Pe 2:14 εἴτε ἡγεμόσιν ὡς δι᾽ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιῶν , ἔπαινον δὲ ἀγαθοποιῶν ,1Pe 2:15 ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ Θεοῦ ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν ,1Pe 2:16 ὡς ἐλεύθεροι καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν ἀλλ᾽ ὡς Θεοῦ δοῦλοι .1Pe 2:17 Πάντας τιμήσατε , τὴν ἀδελφότητα ἀγαπᾶτε , τὸν Θεὸν φοβεῖσθε , τὸν βασιλέα τιμᾶτε .
The Example of Christ’s Suffering (1Pe 2:18-25)
1Pe 2:18 Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις , οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς .1Pe 2:19 τοῦτο γὰρ χάρις , εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας πάσχων ἀδίκως .1Pe 2:20 ποῖον γὰρ κλέος , εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε ; ἀλλ᾽ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε , τοῦτο χάρις παρὰ Θεῷ .1Pe 2:21 Εἰς τοῦτο γὰρ ἐκλήθητε , ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν , ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ ,1Pe 2:22 Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ ,1Pe 2:23 ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει , πάσχων οὐκ ἠπείλει , παρεδίδου δὲ τῷ κρίνοντι δικαίως1Pe 2:24 ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον , ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν , Οὗ τῷ μώλωπι ἰάθητε .1Pe 2:25 Ἦτε γὰρ ὡς πρόβατα πλανώμενοι , ἀλλὰ ἐπεστράφητε νῦν ἐπὶ τὸν Ποιμένα καὶ Ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν .
Wives and Husbands (1Pe 3:1-7)
1Pe 3:1 Ὁμοίως αἱ γυναῖκες , ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν , ἵνα καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ , διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται1Pe 3:2 ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν .1Pe 3:3 ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος ,1Pe 3:4 ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές .1Pe 3:5 Οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι εἰς Θεὸν ἐκόσμουν ἑαυτάς ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν ,1Pe 3:6 ὡς Σάρρα ὑπήκουσεν τῷ Ἀβραάμ κύριον αὐτὸν καλοῦσα ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν . 1Pe 3:7 Οἱ ἄνδρες ὁμοίως , συνοικοῦντες κατὰ γνῶσιν ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ , ἀπονέμοντες τιμήν ὡς καὶ συνκληρονόμοις χάριτος ζωῆς εἰς τὸ μὴ ἐνκόπτεσθαι τὰς προσευχὰς ὑμῶν .
Suffering for Righteousness’ Sake (1Pe 3:8-22)
1Pe 3:8 Τὸ δὲ τέλος πάντες ὁμόφρονες , συμπαθεῖς , φιλάδελφοι , εὔσπλαγχνοι , ταπεινόφρονες ,1Pe 3:9 μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας , τοὐναντίον δὲ εὐλογοῦντες , ὅτι εἰς τοῦτο ἐκλήθητε , ἵνα εὐλογίαν κληρονομήσητε .1Pe 3:10 Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν γλῶσσαν ἀπὸ κακοῦ καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον ,1Pe 3:11 ἐκκλινάτω δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν , ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν ·1Pe 3:12 ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν , πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά .1Pe 3:13 Καὶ τίς ὁ κακώσων ὑμᾶς , ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γένησθε ;1Pe 3:14 Ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην , μακάριοι . Τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε ,1Pe 3:15 Κύριον δὲ τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν , ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος ,1Pe 3:16 ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου , συνείδησιν ἔχοντες ἀγαθήν , ἵνα ἐν ᾧ καταλαλεῖσθε καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν .1Pe 3:17 κρεῖττον γὰρ ἀγαθοποιοῦντας , εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ , πάσχειν ἢ κακοποιοῦντας .1Pe 3:18 ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν , δίκαιος ὑπὲρ ἀδίκων , ἵνα ὑμᾶς προσαγάγῃ τῷ Θεῷ θανατωθεὶς μὲν σαρκὶ , ζωοποιηθεὶς δὲ πνεύματι ·1Pe 3:19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν 1Pe 3:20 ἀπειθήσασίν ποτε , ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ὀλίγοι , τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί , διεσώθησαν δι᾽ ὕδατος1Pe 3:21 ὃ καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα , οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν , δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ1Pe 3:22 ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ πορευθεὶς εἰς οὐρανόν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων .
Good Stewards of God’s Grace (1Pe 4:1-11)
1Pe 4:1 Χριστοῦ οὖν παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε , ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίας1Pe 4:2 εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον .1Pe 4:3 ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι πεπορευμένους ἐν ἀσελγείαις , ἐπιθυμίαις , οἰνοφλυγίαις , κώμοις , πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις .1Pe 4:4 Ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν βλασφημοῦντες ,1Pe 4:5 οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς .1Pe 4:6 εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη , ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί , ζῶσι δὲ κατὰ Θεὸν πνεύματι . 1Pe 4:7 Πάντων δὲ τὸ τέλος ἤγγικεν . σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς1Pe 4:8 πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες , ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν ,1Pe 4:9 φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ ,1Pe 4:10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ .1Pe 4:11 εἴ τις λαλεῖ , ὡς λόγια Θεοῦ · εἴ τις διακονεῖ , ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός , ἵνα ἐν πᾶσιν δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων , ἀμήν .
Suffering as a Christian (1Pe 4:12-19)
1Pe 4:12 Ἀγαπητοί , μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος ,1Pe 4:13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν , χαίρετε , ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι .1Pe 4:14 Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ , μακάριοι , ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ᾽ ὑμᾶς ἀναπαύεται .1Pe 4:15 μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος ·1Pe 4:16 εἰ δὲ ὡς Χριστιανός , μὴ αἰσχυνέσθω , δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ ὀνόματι τούτῳ .1Pe 4:17 ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ · εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν , τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ ;1Pe 4:18 καὶ Εἰ ὁ δίκαιος μόλις σώζεται , ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται ;1Pe 4:19 Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ πιστῷ Κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ .
Tending the Flock of God (1Pe 5:1-11)
1Pe 5:1 Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων , ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός ·1Pe 5:2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατὰ Θεόν , μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως ,1Pe 5:3 μηδ᾽ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου ·1Pe 5:4 καὶ φανερωθέντος τοῦ Ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον .1Pe 5:5 Ὁμοίως , νεώτεροι , ὑποτάγητε πρεσβυτέροις · πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε , ὅτι Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται , ταπεινοῖς δὲ δίδωσιν χάριν . 1Pe 5:6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ , ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ ,1Pe 5:7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ᾽ αὐτόν , ὅτι αὐτῷ μέλει περὶ ὑμῶν .1Pe 5:8 Νήψατε , γρηγορήσατε . ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπιεῖν ·1Pe 5:9 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι .1Pe 5:10 Ὁ δὲ Θεὸς πάσης χάριτος , ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ ὀλίγον παθόντας αὐτὸς καταρτίσει , στηρίξει , σθενώσει , θεμελιώσει .1Pe 5:11 αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας , ἀμήν .
Final Greetings (1Pe 5:12-14)
1Pe 5:12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ , ὡς λογίζομαι , δι᾽ ὀλίγων ἔγραψα παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν στῆτε .1Pe 5:13 Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μάρκος ὁ υἱός μου .1Pe 5:14 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης . Εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ .