Ἰακὠβου 雅各書
經文(重音、大小寫、標點符號、排版) 出自 OGNTa Project(@GitHub);分段和標題則是根據 UBS5
Salutation (1:1)
1:1 Ἰάκωβος Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος Ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ Διασπορᾷ Χαίρειν .
</div>
Faith and Wisdom (1:2-8)
1:2 Πᾶσαν χαρὰν ἡγήσασθε , ἀδελφοί μου , ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις , 1:3 γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν . 1:4 ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω , ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι ἐν μηδενὶ abcdedfed λειπόμενοι . 1:5 Εἰ δέ τις ὑμῶν λείπεται σοφίας , αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος , καὶ δοθήσεται αὐτῷ . 1:6 αἰτείτω δὲ ἐν πίστει μηδὲν διακρινόμενος · ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ . 1:7 μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ Κυρίου , 1:8 ἀνὴρ δίψυχος , ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ .
Poverty and Riches (1:9-11)
1:9 Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ , 1:10 ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ , ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται . 1:11 ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον , καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν , καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο · οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται .
Trial and Temptation (1:12-18)
1:12 Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν , ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν . 1:13 Μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ Θεοῦ πειράζομαι · ὁ γὰρ Θεὸς ἀπείραστός ἐστιν κακῶν , πειράζει δὲ αὐτὸς οὐδένα . 1:14 ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος ·1:15 εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν , ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον . 1:16 Μὴ πλανᾶσθε , ἀδελφοί μου ἀγαπητοί . 1:17 πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων , παρ᾽ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα . 1:18 βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων .
Hearing and Doing The Word (1:19-27)
1:19 Ἴστε , ἀδελφοί μου ἀγαπητοί · ἔστω δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι , βραδὺς εἰς τὸ λαλῆσαι , βραδὺς εἰς ὀργήν ·1:20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐκ ἐργάζεται . 1:21 διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν . 1:22 Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ μόνον ἀκροαταὶ παραλογιζόμενοι ἑαυτούς . 1:23 ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής , οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ ·1:24 κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν . 1:25 ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου , οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται . 1:26 Εἴ τις δοκεῖ θρησκὸς εἶναι μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ ἀλλὰ ἀπατῶν καρδίαν αὐτοῦ , τούτου μάταιος ἡ θρησκεία . 1:27 θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ Θεῷ καὶ Πατρὶ αὕτη ἐστίν , ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν , ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου .
Hearing and Doing The Word (2:1-13)
2:1 Ἀδελφοί μου , μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης . 2:2 Ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ , εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι , 2:3 ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε · Σὺ κάθου ὧδε καλῶς , καὶ τῷ πτωχῷ εἴπητε · Σὺ στῆθι ἢ Κάθου ἐκεῖ ὑπὸ τὸ ὑποπόδιόν μου , 2:4 καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν ;2:5 Ἀκούσατε , ἀδελφοί μου ἀγαπητοί · οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν ;2:6 ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν . οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια ;2:7 οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς ; 2:8 Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν · Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν , καλῶς ποιεῖτε ·2:9 εἰ δὲ προσωπολημπτεῖτε , ἁμαρτίαν ἐργάζεσθε ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται . 2:10 Ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ , πταίσῃ δὲ ἐν ἑνί , γέγονεν πάντων ἔνοχος . 2:11 ὁ γὰρ εἰπών · Μὴ μοιχεύσῃς , εἶπεν καί · Μὴ φονεύσῃς · εἰ δὲ οὐ μοιχεύεις , φονεύεις δέ , γέγονας παραβάτης νόμου . 2:12 Οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι . 2:13 ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος · κατακαυχᾶται ἔλεος κρίσεως .
Faith and Works (2:14-26)
2:14 Τί τὸ ὄφελος , ἀδελφοί μου , ἐὰν πίστιν λέγῃ τις ἔχειν , ἔργα δὲ μὴ ἔχῃ ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν ;2:15 ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι ὦσιν τῆς ἐφημέρου τροφῆς , 2:16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν · Ὑπάγετε ἐν εἰρήνῃ , θερμαίνεσθε καὶ χορτάζεσθε , μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος , τί τὸ ὄφελος ;2:17 οὕτως καὶ ἡ πίστις , ἐὰν μὴ ἔχῃ ἔργα , νεκρά ἐστιν καθ᾽ ἑαυτήν . 2:18 Ἀλλ᾽ ἐρεῖ τις · Σὺ πίστιν ἔχεις , κἀγὼ ἔργα ἔχω . δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων , κἀγώ σοι δείξω ἐκ τῶν ἔργων μου τὴν πίστιν . 2:19 σὺ πιστεύεις ὅτι εἷς ἐστιν ὁ Θεός , καλῶς ποιεῖς · καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν . 2:20 Θέλεις δὲ γνῶναι , ὦ ἄνθρωπε κενέ , ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ἀργή ἐστιν ;2:21 Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον ;2:22 βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη , 2:23 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα · Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ , καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην καὶ φίλος Θεοῦ ἐκλήθη . 2:24 ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον . 2:25 Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα ;2:26 ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν , οὕτως καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά ἐστιν .
The Tongue (3:1-12)
3:1 Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε , ἀδελφοί μου , εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα . 3:2 πολλὰ γὰρ πταίομεν ἅπαντες . εἴ τις ἐν λόγῳ οὐ πταίει , οὗτος τέλειος ἀνήρ δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα . 3:3 Εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν , καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν . 3:4 ἰδοὺ καὶ τὰ πλοῖα τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται . 3:5 Οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγάλα αὐχεῖ . ἰδοὺ ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει . 3:6 καὶ ἡ γλῶσσα πῦρ . ὁ κόσμος τῆς ἀδικίας ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης . 3:7 Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν , ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ , 3:8 τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων , ἀκατάστατον κακόν , μεστὴ ἰοῦ θανατηφόρου . 3:9 Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Κύριον καὶ Πατέρα καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾽ ὁμοίωσιν Θεοῦ γεγονότας ·3:10 ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα . οὐ χρή , ἀδελφοί μου , ταῦτα οὕτως γίνεσθαι . 3:11 μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν ;3:12 μὴ δύναται , ἀδελφοί μου , συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα ; οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ .
The Wisdom from Above (3:13-18)
3:13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν ; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας . 3:14 εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν , μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας . 3:15 οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη ἀλλὰ ἐπίγειος , ψυχική , δαιμονιώδης . 3:16 ὅπου γὰρ ζῆλος καὶ ἐριθεία , ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα . 3:17 Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν , ἔπειτα εἰρηνική , ἐπιεικής , εὐπειθής , μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν , ἀδιάκριτος , ἀνυπόκριτος . 3:18 καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην .
Friendship with the World (4:1-10)
4:1 Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν ; οὐκ ἐντεῦθεν , ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν ;4:2 ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε , φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν , μάχεσθε καὶ πολεμεῖτε , οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς , 4:3 αἰτεῖτε καὶ οὐ λαμβάνετε , διότι κακῶς αἰτεῖσθε , ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε . 4:4 Μοιχαλίδες , οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν ; ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου , ἐχθρὸς τοῦ Θεοῦ καθίσταται . 4:5 ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει · Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν , 4:6 μείζονα δὲ δίδωσιν χάριν ; διὸ λέγει · Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται , ταπεινοῖς δὲ δίδωσιν χάριν . 4:7 Ὑποτάγητε οὖν τῷ Θεῷ , ἀντίστητε δὲ τῷ διαβόλῳ , καὶ φεύξεται ἀφ᾽ ὑμῶν ·4:8 ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν . καθαρίσατε χεῖρας , ἁμαρτωλοί , καὶ ἁγνίσατε καρδίας , δίψυχοι . 4:9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε . ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν . 4:10 ταπεινώθητε ἐνώπιον τοῦ Κυρίου καὶ ὑψώσει ὑμᾶς .
Judging a Brother (4:11-12)
4:11 Μὴ καταλαλεῖτε ἀλλήλων , ἀδελφοί . ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον · εἰ δὲ νόμον κρίνεις , οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής . 4:12 εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι · σὺ δὲ τίς εἶ ὁ κρίνων τὸν πλησίον ;
Warning against Boasting (4:13-17)
4:13 Ἄγε νῦν οἱ λέγοντες · Σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν , 4:14 οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον ποία ἡ ζωὴ ὑμῶν— ἀτμὶς γάρ ἐστε ἡ πρὸς ὀλίγον φαινομένη , ἔπειτα καὶ ἀφανιζομένη—4:15 Ἀντὶ τοῦ λέγειν ὑμᾶς · Ἐὰν ὁ Κύριος θελήσῃ καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο . 4:16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν · πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν . 4:17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι , ἁμαρτία αὐτῷ ἐστιν .
Warning to the Rich (5:1-6)
5:1 Ἄγε νῦν οἱ πλούσιοι , κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις . 5:2 ὁ πλοῦτος ὑμῶν σέσηπεν καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν , 5:3 ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ . Ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις . 5:4 ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀφυστερημένος ἀφ᾽ ὑμῶν κράζει , καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν . 5:5 Ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε , ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς , 5:6 κατεδικάσατε , ἐφονεύσατε τὸν δίκαιον · οὐκ ἀντιτάσσεται ὑμῖν .
Patience and Prayer (5:7-20)
5:7 Μακροθυμήσατε οὖν , ἀδελφοί , ἕως τῆς παρουσίας τοῦ Κυρίου . ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς μακροθυμῶν ἐπ᾽ αὐτῷ , ἕως λάβῃ πρόϊμον καὶ ὄψιμον . 5:8 μακροθυμήσατε καὶ ὑμεῖς , στηρίξατε τὰς καρδίας ὑμῶν , ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικεν . 5:9 μὴ στενάζετε , ἀδελφοί , κατ᾽ ἀλλήλων , ἵνα μὴ κριθῆτε · ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν . 5:10 Ὑπόδειγμα λάβετε , ἀδελφοί , τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι Κυρίου . 5:11 ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας · τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε καὶ τὸ τέλος Κυρίου εἴδετε , ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων . 5:12 Πρὸ πάντων δέ , ἀδελφοί μου , μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον · ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναί καὶ τὸ Οὒ οὔ , ἵνα μὴ ὑπὸ κρίσιν πέσητε . 5:13 Κακοπαθεῖ τις ἐν ὑμῖν , προσευχέσθω · εὐθυμεῖ τις , ψαλλέτω ·5:14 ἀσθενεῖ τις ἐν ὑμῖν , προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου . 5:15 καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος · κἂν ἁμαρτίας ᾖ πεποιηκώς , ἀφεθήσεται αὐτῷ . 5:16 Ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων , ὅπως ἰαθῆτε . πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη . 5:17 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι , καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ ·5:18 καὶ πάλιν προσηύξατο , καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς . 5:19 Ἀδελφοί μου , ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν , 5:20 γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν .