Πρὸς Ἑβραίους
經文(重音、大小寫、標點符號、排版) 出自 OGNTa Project(@GitHub);分段和標題則是根據 UBS5
God Has Spoken by His Son (Heb 1:1-4)
Heb 1:1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταιςHeb 1:2 ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ , ὃν ἔθηκεν κληρονόμον πάντων , δι᾽ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας · Heb 1:3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ , φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ , καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς Μεγαλωσύνης ἐν ὑψηλοῖς ,Heb 1:4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα .
The Son Superior to Angels (Heb 1:5-14)
Heb 1:5 Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων · Υἱός μου εἶ σύ , ἐγὼ σήμερον γεγέννηκά σε ; Καὶ πάλιν · Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα , καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν ; Heb 1:6 Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην , λέγει · Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ . Heb 1:7 Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει · Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα , Heb 1:8 Πρὸς δὲ τὸν Υἱόν · Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος , καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας σου .Heb 1:9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν · διὰ τοῦτο ἔχρισέν σε ὁ Θεός ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου . Heb 1:10 Καί · Σὺ κατ᾽ ἀρχάς , Κύριε , τὴν γῆν ἐθεμελίωσας , καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί ·Heb 1:11 αὐτοὶ ἀπολοῦνται , σὺ δὲ διαμένεις , καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται ,Heb 1:12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς , ὡς ἱμάτιον καὶ ἀλλαγήσονται · σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν . Heb 1:13 Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε · Κάθου ἐκ δεξιῶν μου , ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου ; Heb 1:14 Οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν ;
The Great Salvation (Heb 2:1-4)
Heb 2:1 Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν , μήποτε παραρυῶμεν .Heb 2:2 εἰ γὰρ ὁ δι᾽ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν ,Heb 2:3 πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας , ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη ,Heb 2:4 συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ Πνεύματος Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν ;
The Pioneer of Salvation (Heb 2:5-18)
Heb 2:5 Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν , περὶ ἧς λαλοῦμεν .Heb 2:6 διεμαρτύρατο δέ πού τις λέγων · Τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ , ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν ;Heb 2:7 ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους , δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν ,Heb 2:8 πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ . Ἐν τῷ γὰρ ὑποτάξαι αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον . νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα ·Heb 2:9 τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον , ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου . Heb 2:10 Ἔπρεπεν γὰρ αὐτῷ , δι᾽ ὃν τὰ πάντα καὶ δι᾽ οὗ τὰ πάντα , πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι .Heb 2:11 ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες · δι᾽ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖνHeb 2:12 λέγων · Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου , ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε , Heb 2:13 Καὶ πάλιν · Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾽ αὐτῷ , Καὶ πάλιν · Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός . Heb 2:14 Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός , καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν , ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου , τοῦτ᾽ ἔστιν τὸν διάβολον ,Heb 2:15 καὶ ἀπαλλάξῃ τούτους , ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας .Heb 2:16 Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται .Heb 2:17 ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι , ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ .Heb 2:18 ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς , δύναται τοῖς πειραζομένοις βοηθῆσαι .
Jesus Superior to Moses (Heb 3:1-6)
Heb 3:1 Ὅθεν , ἀδελφοὶ ἅγιοι , κλήσεως ἐπουρανίου μέτοχοι , κατανοήσατε τὸν Ἀπόστολον καὶ Ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν ,Heb 3:2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ .Heb 3:3 Πλείονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται , καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν ·Heb 3:4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος , ὁ δὲ πάντα κατασκευάσας Θεός .Heb 3:5 Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων ,Heb 3:6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ · οὗ οἶκός ἐσμεν ἡμεῖς , ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος κατάσχωμεν .
A Rest for the People of God (Heb 3:7-4:13)
Heb 3:7 Διό , καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον · Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε ,Heb 3:8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ ,Heb 3:9 οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ καὶ εἶδον τὰ ἔργα μου Heb 3:10 τεσσεράκοντα ἔτη · διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον · Ἀεὶ πλανῶνται τῇ καρδίᾳ , αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου ,Heb 3:11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου · Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου . Heb 3:12 Βλέπετε , ἀδελφοί , μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος ,Heb 3:13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν , ἄχρις οὗ τὸ Σήμερον καλεῖται , ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας—Heb 3:14 Μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν , ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν—Heb 3:15 ἐν τῷ λέγεσθαι · Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε , Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ . Heb 3:16 Τίνες γὰρ ἀκούσαντες παρεπίκραναν ; ἀλλ᾽ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως ;Heb 3:17 τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη ; οὐχὶ τοῖς ἁμαρτήσασιν , ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ ;Heb 3:18 τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν ;Heb 3:19 καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι᾽ ἀπιστίαν . Heb 4:1 Φοβηθῶμεν οὖν , μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι .Heb 4:2 καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι · ἀλλ᾽ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους μὴ συγκεκερασμένους τῇ πίστει τοῖς ἀκούσασιν .Heb 4:3 Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες , καθὼς εἴρηκεν · Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου · Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου , Καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων .Heb 4:4 εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως · Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ,Heb 4:5 καὶ ἐν τούτῳ πάλιν · Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου .Heb 4:6 Ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτήν , καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι᾽ ἀπείθειαν ,Heb 4:7 πάλιν τινὰ ὁρίζει ἡμέραν , Σήμερον , ἐν Δαυὶδ λέγων μετὰ τοσοῦτον χρόνον , καθὼς προείρηται · Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε , μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν . Heb 4:8 Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν , οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας .Heb 4:9 ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ .Heb 4:10 ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός .Heb 4:11 Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν , ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας .Heb 4:12 Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος , ἁρμῶν τε καὶ μυελῶν , καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας ·Heb 4:13 καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ , πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ , πρὸς ὃν ἡμῖν ὁ λόγος .
Jesus the Great High Priest (Heb 4:14-5:10)
Heb 4:14 Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς , Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ , κρατῶμεν τῆς ὁμολογίας .Heb 4:15 οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν , πεπειρασμένον δὲ κατὰ πάντα καθ᾽ ὁμοιότητα χωρὶς ἁμαρτίας .Heb 4:16 προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος , ἵνα λάβωμεν ἔλεος καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν . Heb 5:1 Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν , ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν ,Heb 5:2 μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσιν καὶ πλανωμένοις , ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειανHeb 5:3 καὶ δι᾽ αὐτὴν ὀφείλει , καθὼς περὶ τοῦ λαοῦ , οὕτως καὶ περὶ αὑτοῦ προσφέρειν περὶ ἁμαρτιῶν .Heb 5:4 Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ καθώσπερ καὶ Ἀαρών . Heb 5:5 Οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα ἀλλ᾽ ὁ λαλήσας πρὸς αὐτόν · Υἱός μου εἶ σύ , ἐγὼ σήμερον γεγέννηκά σε · Heb 5:6 Καθὼς καὶ ἐν ἑτέρῳ λέγει · Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ , Heb 5:7 Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας ,Heb 5:8 καίπερ ὢν Υἱός , ἔμαθεν ἀφ᾽ ὧν ἔπαθεν τὴν ὑπακοήν ,Heb 5:9 καὶ τελειωθεὶς ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου ,Heb 5:10 προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ .
Warning Against Apostasy (Heb 5:11-6:12)
Heb 5:11 Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν , ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς .Heb 5:12 καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον , πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τινα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος καὶ οὐ στερεᾶς τροφῆς .Heb 5:13 πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης , νήπιος γάρ ἐστιν ·Heb 5:14 τελείων δέ ἐστιν ἡ στερεὰ τροφή , τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ . Heb 6:1 Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα , μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων καὶ πίστεως ἐπὶ Θεόν ,Heb 6:2 βαπτισμῶν διδαχὴν ἐπιθέσεώς τε χειρῶν , ἀναστάσεώς τε νεκρῶν καὶ κρίματος αἰωνίου .Heb 6:3 καὶ τοῦτο ποιήσομεν , ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός . Heb 6:4 Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας , γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας Πνεύματος ἉγίουHeb 6:5 καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνοςHeb 6:6 καὶ παραπεσόντας , πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν , ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας .Heb 6:7 Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ᾽ αὐτῆς ἐρχόμενον πολλάκις ὑετόν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι᾽ οὓς καὶ γεωργεῖται , μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ ·Heb 6:8 ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους , ἀδόκιμος καὶ κατάρας ἐγγύς , ἧς τὸ τέλος εἰς καῦσιν . Heb 6:9 Πεπείσμεθα δὲ περὶ ὑμῶν , ἀγαπητοί , τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας , εἰ καὶ οὕτως λαλοῦμεν .Heb 6:10 οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ , διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες .Heb 6:11 Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους ,Heb 6:12 ἵνα μὴ νωθροὶ γένησθε , μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας .
God’s Sure Promise (Heb 6:13-20)
Heb 6:13 Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεός , ἐπεὶ κατ᾽ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι , ὤμοσεν καθ᾽ ἑαυτοῦHeb 6:14 λέγων · Εἰ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε · Heb 6:15 καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας .Heb 6:16 Ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν , καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος ·Heb 6:17 ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ ,Heb 6:18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων , ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεόν , ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος ·Heb 6:19 ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος ,Heb 6:20 ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς , κατὰ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα .
The Priestly Order of Melchizedek (Heb 7:1-28)
Heb 7:1 Οὗτος γὰρ ὁ Μελχισέδεκ , βασιλεὺς Σαλήμ , ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου , ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν ,Heb 7:2 ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ , πρῶτον μὲν ἑρμηνευόμενος Βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ Βασιλεὺς Σαλήμ , ὅ ἐστιν Βασιλεὺς εἰρήνης ,Heb 7:3 ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος , μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων , ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ , μένει ἱερεὺς εἰς τὸ διηνεκές . Heb 7:4 Θεωρεῖτε δὲ πηλίκος οὗτος , ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης .Heb 7:5 καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον , τοῦτ᾽ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν , καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ ·Heb 7:6 ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν Ἀβραάμ καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν .Heb 7:7 χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται .Heb 7:8 Καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν , ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ .Heb 7:9 καὶ ὡς ἔπος εἰπεῖν , δι᾽ Ἀβραὰμ καὶ Λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται ·Heb 7:10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ Μελχισέδεκ . Heb 7:11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν , ὁ λαὸς γὰρ ἐπ᾽ αὐτῆς νενομοθέτηται , τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι ;Heb 7:12 μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται .Heb 7:13 Ἐφ᾽ ὃν γὰρ λέγεται ταῦτα , φυλῆς ἑτέρας μετέσχηκεν , ἀφ᾽ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ ·Heb 7:14 πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν , εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν .Heb 7:15 Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν , εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος ,Heb 7:16 ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου .Heb 7:17 μαρτυρεῖται γὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ . Heb 7:18 Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές—Heb 7:19 οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος— ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος δι᾽ ἧς ἐγγίζομεν τῷ Θεῷ .Heb 7:20 Καὶ καθ᾽ ὅσον οὐ χωρὶς ὁρκωμοσίας · οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες ,Heb 7:21 ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν · Ὤμοσεν Κύριος καὶ οὐ μεταμεληθήσεται · Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα .Heb 7:22 Κατὰ τοσοῦτο καὶ κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς .Heb 7:23 Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν ·Heb 7:24 ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην ·Heb 7:25 ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾽ αὐτοῦ τῷ Θεῷ , πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν . Heb 7:26 Τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς , ὅσιος ἄκακος ἀμίαντος , κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος ,Heb 7:27 ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην , ὥσπερ οἱ ἀρχιερεῖς , πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν ἔπειτα τῶν τοῦ λαοῦ · τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας .Heb 7:28 ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν , ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον Υἱόν εἰς τὸν αἰῶνα τετελειωμένον .
The High Priest of a New and Better Covenant (Heb 8:1-13)
Heb 8:1 Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις , τοιοῦτον ἔχομεν ἀρχιερέα , ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς Μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς ,Heb 8:2 τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς , ἣν ἔπηξεν ὁ Κύριος , οὐκ ἄνθρωπος .Heb 8:3 Πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται · ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ .Heb 8:4 εἰ μὲν οὖν ἦν ἐπὶ γῆς , οὐδ᾽ ἂν ἦν ἱερεύς , ὄντων τῶν προσφερόντων κατὰ νόμον τὰ δῶρα ·Heb 8:5 οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων , καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν · Ὅρα γάρ φησίν , Ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει ·Heb 8:6 Νυνὶ δὲ διαφορωτέρας τέτυχεν λειτουργίας , ὅσῳ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης , ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται . Heb 8:7 εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος , οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος .Heb 8:8 μεμφόμενος γὰρ αὐτοὺς λέγει · Ἰδοὺ ἡμέραι ἔρχονται , λέγει Κύριος , καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν ,Heb 8:9 οὐ κατὰ τὴν διαθήκην , ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου , ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου , κἀγὼ ἠμέλησα αὐτῶν , λέγει Κύριος ·Heb 8:10 ὅτι αὕτη ἡ διαθήκη , ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας , λέγει Κύριος · διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς , καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν , καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν ·Heb 8:11 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων · Γνῶθι τὸν Κύριον , ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν ,Heb 8:12 ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι . Heb 8:13 Ἐν τῷ λέγειν Καινὴν πεπαλαίωκεν τὴν πρώτην · τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ .
The Earthly and the Heavenly Sanctuaries (Heb 9:1-22)
Heb 9:1 Εἶχε μὲν οὖν καὶ ἡ πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν .Heb 9:2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων , ἥτις λέγεται Ἅγια ·Heb 9:3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ἁγίων ,Heb 9:4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ , ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης ,Heb 9:5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶν δόξης κατασκιάζοντα τὸ ἱλαστήριον · περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος .Heb 9:6 Τούτων δὲ οὕτως κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες ,Heb 9:7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς , οὐ χωρὶς αἵματος ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων ,Heb 9:8 Τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ Ἁγίου , μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν ,Heb 9:9 ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα , καθ᾽ ἣν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα ,Heb 9:10 μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς , δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα . Heb 9:11 Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν γενομένων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου , τοῦτ᾽ ἔστιν οὐ ταύτης τῆς κτίσεως ,Heb 9:12 οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος .Heb 9:13 Εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα ,Heb 9:14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ , ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ , καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι .Heb 9:15 Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν , ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας .Heb 9:16 Ὅπου γὰρ διαθήκη , θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου ·Heb 9:17 διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία , ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος .Heb 9:18 Ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐνκεκαίνισται ·Heb 9:19 λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ , λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τῶν τράγων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐράντισενHeb 9:20 λέγων · Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός . Heb 9:21 Καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐράντισεν .Heb 9:22 καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις .
Sin Put Away by Christ’s Sacrifice (Heb 9:23-10:39)
Heb 9:23 Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι , αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας .Heb 9:24 οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός , ἀντίτυπα τῶν ἀληθινῶν , ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν , νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν ·Heb 9:25 οὐδ᾽ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν , ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ᾽ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ ,Heb 9:26 Ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου · νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται .Heb 9:27 Καὶ καθ᾽ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν , μετὰ δὲ τοῦτο κρίσις ,Heb 9:28 οὕτως καὶ ὁ Χριστός ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν .Heb 10:1 Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν , οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων , κατ᾽ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι ·Heb 10:2 ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους ;Heb 10:3 Ἀλλ᾽ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ᾽ ἐνιαυτόν ·Heb 10:4 ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας .Heb 10:5 Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει · Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας , Σῶμα δὲ κατηρτίσω μοι ·Heb 10:6 Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας Οὐκ εὐδόκησας .Heb 10:7 Τότε εἶπον · Ἰδοὺ ἥκω , Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ , Τοῦ ποιῆσαι ὁ Θεός τὸ θέλημά σου . Heb 10:8 Ἀνώτερον λέγων ὅτι Θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας , αἵτινες κατὰ νόμον προσφέρονται ,Heb 10:9 τότε εἴρηκεν · Ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου . ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ ,Heb 10:10 ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ . Heb 10:11 Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ᾽ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας , αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας ,Heb 10:12 οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ ,Heb 10:13 τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ .Heb 10:14 μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους .Heb 10:15 Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον · μετὰ γὰρ τὸ εἰρηκέναι ·Heb 10:16 Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας , λέγει Κύριος · διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν καὶ ἐπὶ τὴν διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς ,Heb 10:17 Καὶ Τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθήσομαι ἔτι . Heb 10:18 Ὅπου δὲ ἄφεσις τούτων , οὐκέτι προσφορὰ περὶ ἁμαρτίας . Heb 10:19 Ἔχοντες οὖν , ἀδελφοί , παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ ,Heb 10:20 ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος , τοῦτ᾽ ἔστιν τῆς σαρκὸς αὐτοῦ ,Heb 10:21 καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ ,Heb 10:22 προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουσμένοι τὸ σῶμα ὕδατι καθαρῷ ·Heb 10:23 Κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ , πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος ,Heb 10:24 καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων ,Heb 10:25 μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν , καθὼς ἔθος τισίν , ἀλλὰ παρακαλοῦντες , καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν . Heb 10:26 Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας , οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία ,Heb 10:27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους .Heb 10:28 ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνήσκει ·Heb 10:29 πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος , ἐν ᾧ ἡγιάσθη , καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας ;Heb 10:30 Οἴδαμεν γὰρ τὸν εἰπόντα · Ἐμοὶ ἐκδίκησις , ἐγὼ ἀνταποδώσω . καὶ πάλιν · Κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ .Heb 10:31 φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος . Heb 10:32 Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας , ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων ,Heb 10:33 τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι , τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες .Heb 10:34 καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε γινώσκοντες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ μένουσαν .Heb 10:35 Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν , ἥτις ἔχει μεγάλην μισθαποδοσίαν .Heb 10:36 ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν . Heb 10:37 ἔτι γὰρ Μικρὸν ὅσον ὅσον , ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει ·Heb 10:38 ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται , καὶ ἐὰν ὑποστείληται , οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ . Heb 10:39 Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς .
Faith (Heb 11:1-40)
Heb 11:1 Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις , πραγμάτων ἔλεγχος οὐ βλεπομένων .Heb 11:2 ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι .Heb 11:3 Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ , εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι .Heb 11:4 Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ Θεῷ , δι᾽ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος , μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ , καὶ δι᾽ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ .Heb 11:5 Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον , καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ Θεός . πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ Θεῷ ·Heb 11:6 χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι · πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται .Heb 11:7 Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων , εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ δι᾽ ἧς κατέκρινεν τὸν κόσμον , καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος . Heb 11:8 Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν , καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται .Heb 11:9 Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συνκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς ·Heb 11:10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός .Heb 11:11 Πίστει καὶ αὐτῇ Σάρρᾳ στεῖρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ἡλικίας , ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον .Heb 11:12 διὸ καὶ ἀφ᾽ ἑνὸς ἐγεννήθησαν , καὶ ταῦτα νενεκρωμένου , καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος . Heb 11:13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες , μὴ λαβόντες τὰς ἐπαγγελίας ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς .Heb 11:14 οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν .Heb 11:15 καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ᾽ ἧς ἐξέβησαν , εἶχον ἂν καιρὸν ἀνακάμψαι ·Heb 11:16 νῦν δὲ κρείττονος ὀρέγονται , τοῦτ᾽ ἔστιν ἐπουρανίου . διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς Θεὸς ἐπικαλεῖσθαι αὐτῶν · ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν . Heb 11:17 Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος καὶ τὸν μονογενῆ προσέφερεν , ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος ,Heb 11:18 πρὸς ὃν ἐλαλήθη ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα , Heb 11:19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός , ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο .Heb 11:20 Πίστει καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ .Heb 11:21 Πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ .Heb 11:22 Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο . Heb 11:23 Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ , διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως .Heb 11:24 Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ ,Heb 11:25 μᾶλλον ἑλόμενος συνκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν ,Heb 11:26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ · ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν .Heb 11:27 Πίστει κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως · τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν .Heb 11:28 Πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος , ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν .Heb 11:29 Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς γῆς , ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν .Heb 11:30 Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας .Heb 11:31 Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν δεξαμένη τοὺς κατασκόπους μετ᾽ εἰρήνης . Heb 11:32 Καὶ τί ἔτι λέγω ; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών , Βαράκ , Σαμψών , Ἰεφθάε , Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν ,Heb 11:33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας , εἰργάσαντο δικαιοσύνην , ἐπέτυχον ἐπαγγελιῶν , ἔφραξαν στόματα λεόντων ,Heb 11:34 ἔσβεσαν δύναμιν πυρός , ἔφυγον στόματα μαχαίρης , ἐδυναμώθησαν ἀπὸ ἀσθενείας , ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ , παρεμβολὰς ἔκλιναν ἀλλοτρίων .Heb 11:35 Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν · ἄλλοι δὲ ἐτυμπανίσθησαν οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν , ἵνα κρείττονος ἀναστάσεως τύχωσιν ·Heb 11:36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον , ἔτι δὲ δεσμῶν καὶ φυλακῆς ·Heb 11:37 Ἐλιθάσθησαν , ἐπρίσθησαν , ἐν φόνῳ μαχαίρης ἀπέθανον , περιῆλθον ἐν μηλωταῖς , ἐν αἰγείοις δέρμασιν , ὑστερούμενοι , θλιβόμενοι , κακουχούμενοι ,Heb 11:38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος , ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς .Heb 11:39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν ,Heb 11:40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου , ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν .
The Discipline of the Lord (Heb 12:1-13)
Heb 12:1 Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων , ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν , δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶναHeb 12:2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν , ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν .Heb 12:3 ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ἑαυτὸν ἀντιλογίαν , ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι . Heb 12:4 Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι .Heb 12:5 καὶ ἐκλέλησθε τῆς παρακλήσεως , ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται · Υἱέ μου , μὴ ὀλιγώρει παιδείας Κυρίου μηδὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος ·Heb 12:6 ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει , μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται . Heb 12:7 Εἰς παιδείαν ὑπομένετε , ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός . τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ ;Heb 12:8 εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασιν πάντες , ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε .Heb 12:9 εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα · οὐ πολὺ δὲ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν ;Heb 12:10 Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον , ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ .Heb 12:11 πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης , ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾽ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης . Heb 12:12 Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε ,Heb 12:13 καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν , ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ , ἰαθῇ δὲ μᾶλλον .
Warning against Rejecting God’s Grace (Heb 12:14-29)
Heb 12:14 Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν , οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον ,Heb 12:15 ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ , μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ δι᾽ αὐτῆς μιανθῶσιν πολλοί ,Heb 12:16 μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ , ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδετο τὰ πρωτοτόκια ἑαυτοῦ .Heb 12:17 ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη , μετανοίας γὰρ τόπον οὐχ εὗρεν καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν . Heb 12:18 Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃHeb 12:19 καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων , ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον ,Heb 12:20 οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον · Κἂν θηρίον θίγῃ τοῦ ὄρους , λιθοβοληθήσεται ·Heb 12:21 καί , οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον , Μωϋσῆς εἶπεν · Ἔκφοβός εἰμι καὶ ἔντρομος .Heb 12:22 Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος , Ἰερουσαλὴμ ἐπουρανίῳ , καὶ μυριάσιν ἀγγέλων , πανηγύρειHeb 12:23 καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς καὶ Κριτῇ Θεῷ πάντων καὶ πνεύμασι δικαίων τετελειωμένωνHeb 12:24 καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ . Heb 12:25 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα · εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα , πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ᾽ οὐρανῶν ἀποστρεφόμενοι ,Heb 12:26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε , νῦν δὲ ἐπήγγελται λέγων · Ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν . Heb 12:27 τὸ δὲ Ἔτι ἅπαξ δηλοῖ τὴν τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων , ἵνα μείνῃ τὰ μὴ σαλευόμενα .Heb 12:28 Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν , δι᾽ ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ εὐλαβείας καὶ δέους ·Heb 12:29 καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον .
Service Well-Pleasing to God (Heb 13:1-19)
Heb 13:1 Ἡ φιλαδελφία μενέτω .Heb 13:2 τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε , διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους .Heb 13:3 μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι , τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι .Heb 13:4 Τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος , πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός .Heb 13:5 Ἀφιλάργυρος ὁ τρόπος , ἀρκούμενοι τοῖς παροῦσιν . αὐτὸς γὰρ εἴρηκεν · Οὐ μή σε ἀνῶ οὐδ᾽ οὐ μή σε ἐγκαταλίπω ,Heb 13:6 Ὥστε θαρροῦντας ἡμᾶς λέγειν · Κύριος ἐμοὶ βοηθός , καὶ οὐ φοβηθήσομαι , τί ποιήσει μοι ἄνθρωπος ; Heb 13:7 Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν , οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ , ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν .Heb 13:8 Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον ὁ αὐτός καὶ εἰς τοὺς αἰῶνας .Heb 13:9 Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε · καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν , οὐ βρώμασιν ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες .Heb 13:10 Ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες .Heb 13:11 Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως , τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς .Heb 13:12 διὸ καὶ Ἰησοῦς , ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν , ἔξω τῆς πύλης ἔπαθεν .Heb 13:13 τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες ·Heb 13:14 οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν .Heb 13:15 Δι᾽ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ , τοῦτ᾽ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ .Heb 13:16 τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε · τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός .Heb 13:17 Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε , αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες , ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες · ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο . Heb 13:18 Προσεύχεσθε περὶ ἡμῶν · πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν , ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι .Heb 13:19 περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι , ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν .
Benediction and Final Greetings (Heb 13:20-25)
Heb 13:20 Ὁ δὲ Θεὸς τῆς εἰρήνης , ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου , τὸν Κύριον ἡμῶν Ἰησοῦν ,Heb 13:21 καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ , ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ , ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων , ἀμήν . Heb 13:22 Παρακαλῶ δὲ ὑμᾶς , ἀδελφοί , ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως , καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν .Heb 13:23 Γινώσκετε τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον ἀπολελυμένον , μεθ᾽ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς . Heb 13:24 Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους . Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας . Heb 13:25 Ἡ χάρις μετὰ πάντων ὑμῶν .