- 帖前1:2 Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν
- μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν , ἀδιαλείπτως
- 1:3 μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως
- καὶ τοῦ κόπου τῆς ἀγάπης
- καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
- ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν ,
- 1:4 εἰδότες , ἀδελφοὶ ἠγαπημένοι ὑπὸ θεοῦ , τὴν ἐκλογὴν ὑμῶν ,
- ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ πληροφορίᾳ πολλῇ , καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι᾽ ὑμᾶς ·