ΠΡΟΣ ΓΑΛΑΤΑΣ 加拉太書 (三行 Interlinear)
Interlinear 經文 (包括大小寫、標點符號、分行) 出自 OGNTa Project (@GitHub);經文分段和標題則是根據 UBS5;紅色=動詞、藍色=分詞、綠色=不定詞。
Salutation (Gal 1:1-5)
1:1 Παῦλος ἀπόστολος οὐκ ἀπ᾽ ἀνθρώπων οὐδὲ δι᾽ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν , 1:2 καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί Ταῖς ἐκκλησίαις τῆς Γαλατίας , 1:3 Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ 1:4 τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν , ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν , 1:5 ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων , ἀμήν .
There is No Other Gospel (Gal 1:6-10)
1:6 Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον , 1:7 ὃ οὐκ ἔστιν ἄλλο , εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ . 1:8 Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν , ἀνάθεμα ἔστω . 1:9 ὡς προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω · εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε , ἀνάθεμα ἔστω .
1:10 Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν Θεόν ; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν ; εἰ ἔτι ἀνθρώποις ἤρεσκον , Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην .
How Paul Became an Apostle (Gal 1:11-24)
1:11 γνωρίζω γὰρ ὑμῖν , ἀδελφοί , τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾽ ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον · 1:12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό οὔτε ἐδιδάχθην , ἀλλὰ δι᾽ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ .
1:13 Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ , ὅτι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν , 1:14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου , περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων . 1:15 Ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ 1:16 ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ , ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν , εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι 1:17 οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους , ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν .
1:18 Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Κηφᾶν καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε , 1:19 ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου . 1:20 ἃ δὲ γράφω ὑμῖν , ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ ὅτι οὐ ψεύδομαι . 1:21 Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας · 1:22 ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ . 1:23 μόνον δὲ ἀκούοντες ἦσαν ὅτι Ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει , 1:24 καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν .
Paul Accepted by the Other Apostles (Gal 2:1-10)
2:1 Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα συμπαραλαβὼν καὶ Τίτον · 2:2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν · καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν , κατ᾽ ἰδίαν δὲ τοῖς δοκοῦσιν , μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον . 2:3 ἀλλ᾽ οὐδὲ Τίτος ὁ σὺν ἐμοί , Ἕλλην ὤν , ἠναγκάσθη περιτμηθῆναι · 2:4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους , οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ , ἵνα ἡμᾶς καταδουλώσουσιν , 2:5 οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ , ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς . 2:6 Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, — ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει · πρόσωπον ὁ Θεὸς ἀνθρώπου οὐ λαμβάνει — ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο , 2:7 ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Πέτρος τῆς περιτομῆς , 2:8 ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη , 2:9 καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι , Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης , οἱ δοκοῦντες στῦλοι εἶναι , δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβα κοινωνίας , ἵνα ἡμεῖς εἰς τὰ ἔθνη , αὐτοὶ δὲ εἰς τὴν περιτομήν · 2:10 μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν , ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι .
Paul Rebukes Peter at Antioch (Gal 2:11-14)
2:11 ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν , κατὰ πρόσωπον αὐτῷ ἀντέστην , ὅτι κατεγνωσμένος ἦν . 2:12 πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν · ὅτε δὲ ἦλθον , ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν φοβούμενος τοὺς ἐκ περιτομῆς . 2:13 καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι , ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει . 2:14 Ἀλλ᾽ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου , λέγω τῷ Κηφᾷ ἔμπροσθεν πάντων · Εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῇς , πῶς τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν ;
Jews, like Gentiles, are Saved by Faith (Gal 2:15-21)
2:15 Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν Ἁμαρτωλοί · 2:16 εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ , καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν , ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου , ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ . 2:17 Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί , ἆρα Χριστὸς ἁμαρτίας διάκονος ; μὴ γένοιτο . 2:18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ , παραβάτην ἐμαυτὸν συνιστάνω . 2:19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον , ἵνα Θεῷ ζήσω . Χριστῷ συνεσταύρωμαι · 2:20 ζῶ δὲ οὐκέτι ἐγώ , ζῇ δὲ ἐν ἐμοὶ Χριστός · ὃ δὲ νῦν ζῶ ἐν σαρκί , ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ . 2:21 Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ · εἰ γὰρ διὰ νόμου δικαιοσύνη , ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν .
Law or Faith (Gal 3:1-14)
3:1 Ὦ ἀνόητοι Γαλάται , τίς ὑμᾶς ἐβάσκανεν , οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος ; 3:2 τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν · ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως ; 3:3 Οὕτως ἀνόητοί ἐστε , ἐναρξάμενοι Πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε ; 3:4 τοσαῦτα ἐπάθετε εἰκῇ ; εἴ γε καὶ εἰκῇ . 3:5 ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν , ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως ; 3:6 Καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ Θεῷ , καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην ·
3:7 Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως , οὗτοι υἱοί εἰσιν Ἀβραάμ . 3:8 προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς , προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη · 3:9 ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ . 3:10 Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν , ὑπὸ κατάραν εἰσίν · γέγραπται γὰρ ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά . 3:11 ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ δῆλον , ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται · 3:12 ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως , ἀλλ᾽ Ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς . 3:13 Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα , ὅτι γέγραπται · Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου , 3:14 ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ , ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως .
The Law and the Promise (Gal 3:15-20)
3:15 Ἀδελφοί , κατὰ ἄνθρωπον λέγω · ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται . 3:16 τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ . οὐ λέγει · Καὶ τοῖς σπέρμασιν , ὡς ἐπὶ πολλῶν ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός · Καὶ τῷ σπέρματί σου , ὅς ἐστιν Χριστός . 3:17 Τοῦτο δὲ λέγω · διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν . 3:18 εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία , οὐκέτι ἐξ ἐπαγγελίας · τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ Θεός . 3:19 Τί οὖν ὁ νόμος ; τῶν παραβάσεων χάριν προσετέθη , ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται , διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου . 3:20 ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν , ὁ δὲ Θεὸς εἷς ἐστιν .
Slaves and Sons (Gal 3:21-4:7)
3:21 Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ ; μὴ γένοιτο . εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι , ὄντως ἐκ νόμου ἂν ἦν ἡ δικαιοσύνη · 3:22 ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν , ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν .
3:23 Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συνκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι , 3:24 ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν , ἵνα ἐκ πίστεως δικαιωθῶμεν · 3:25 ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν .
3:26 Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ · 3:27 ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε , Χριστὸν ἐνεδύσασθε . 3:28 οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην , οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος , οὐκ ἔνι ἄρσεν καὶ θῆλυ · πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ . 3:29 εἰ δὲ ὑμεῖς Χριστοῦ , ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ , κατ᾽ ἐπαγγελίαν κληρονόμοι .
4:1 Λέγω δέ , ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν , οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν , 4:2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός . 4:3 οὕτως καὶ ἡμεῖς , ὅτε ἦμεν νήπιοι , ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἤμεθα δεδουλωμένοι · 4:4 Ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου , ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ , γενόμενον ἐκ γυναικός , γενόμενον ὑπὸ νόμον , 4:5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ , ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν . 4:6 Ὅτι δέ ἐστε υἱοί , ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον · Ἀββᾶ ὁ Πατήρ . 4:7 ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός · εἰ δὲ υἱός , καὶ κληρονόμος διὰ Θεοῦ .
Paul’s Concern for the Galatians (Gal 4:8-20)
4:8 Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσιν θεοῖς · 4:9 νῦν δὲ γνόντες Θεόν , μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ , πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε ; 4:10 ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς , 4:11 φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς .
4:12 Γίνεσθε ὡς ἐγώ , ὅτι κἀγὼ ὡς ὑμεῖς , ἀδελφοί , δέομαι ὑμῶν . οὐδέν με ἠδικήσατε · 4:13 Οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον , 4:14 καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε , ἀλλὰ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με , ὡς Χριστὸν Ἰησοῦν . 4:15 ποῦ οὖν ὁ μακαρισμὸς ὑμῶν ; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἐδώκατέ μοι . 4:16 ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν ; 4:17 Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς , ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν , ἵνα αὐτοὺς ζηλοῦτε · 4:18 καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς . 4:19 Τέκνα μου , οὓς πάλιν ὠδίνω μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν · 4:20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου , ὅτι ἀποροῦμαι ἐν ὑμῖν .
The Allegory of Hagar and Sarah (Gal 4:21-5:1)
4:21 Λέγετέ μοι , οἱ ὑπὸ νόμον θέλοντες εἶναι , τὸν νόμον οὐκ ἀκούετε ; 4:22 γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν , ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας . 4:23 ἀλλ᾽ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται , ὁ δὲ ἐκ τῆς ἐλευθέρας δι᾽ ἐπαγγελίας . 4:24 ἅτινά ἐστιν ἀλληγορούμενα · αὗται γάρ εἰσιν δύο διαθῆκαι , μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα , ἥτις ἐστὶν Ἁγάρ . 4:25 τὸ δὲ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ · συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ , δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς . 4:26 ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν , ἥτις ἐστὶν μήτηρ ἡμῶν · 4:27 γέγραπται γάρ · Εὐφράνθητι , στεῖρα ἡ οὐ τίκτουσα , ῥῆξον καὶ βόησον , ἡ οὐκ ὠδίνουσα · ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα . 4:28 Ὑμεῖς δέ , ἀδελφοί , κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ . 4:29 ἀλλ᾽ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ Πνεῦμα , οὕτως καὶ νῦν . 4:30 Ἀλλὰ τί λέγει ἡ γραφή ; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς · οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας . 4:31 διό , ἀδελφοί , οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας . 5:1 Τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν · στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε .
Christian Freedom (Gal 5:2-15)
5:2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε , Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει . 5:3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι . 5:4 κατηργήθητε ἀπὸ Χριστοῦ , οἵτινες ἐν νόμῳ δικαιοῦσθε , τῆς χάριτος ἐξεπέσατε . 5:5 Ἡμεῖς γὰρ Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα . 5:6 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη .
5:7 Ἐτρέχετε καλῶς · τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι ; 5:8 ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς . 5:9 μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ . 5:10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε · ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα , ὅστις ἐὰν ᾖ . 5:11 Ἐγὼ δέ , ἀδελφοί , εἰ περιτομὴν ἔτι κηρύσσω , τί ἔτι διώκομαι ; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ . 5:12 Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς .
5:13 Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε , ἀδελφοί · μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί , ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις . 5:14 ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται , ἐν τῷ · Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν . 5:15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε , βλέπετε μὴ ὑπ᾽ ἀλλήλων ἀναλωθῆτε .
The Fruit of the Spirit and the Works of the Flesh (Gal 5:16-26)
5:16 Λέγω δέ , Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε . 5:17 ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος , τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός , ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται , ἵνα μὴ ἃ ἐὰν θέλητε ταῦτα ποιῆτε . 5:18 εἰ δὲ Πνεύματι ἄγεσθε , οὐκ ἐστὲ ὑπὸ νόμον . 5:19 Φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός , ἅτινά ἐστιν πορνεία , ἀκαθαρσία , ἀσέλγεια , 5:20 εἰδωλολατρία , φαρμακεία , ἔχθραι , ἔρις , ζῆλος , θυμοί , ἐριθεῖαι , διχοστασίαι , αἱρέσεις , 5:21 φθόνοι , μέθαι , κῶμοι καὶ τὰ ὅμοια τούτοις , ἃ προλέγω ὑμῖν , καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν .
5:22 Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη χαρά εἰρήνη , μακροθυμία χρηστότης ἀγαθωσύνη , πίστις 5:23 πραΰτης ἐγκράτεια · κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος . 5:24 Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις . 5:25 Εἰ ζῶμεν Πνεύματι , Πνεύματι καὶ στοιχῶμεν . 5:26 μὴ γινώμεθα κενόδοξοι , ἀλλήλους προκαλούμενοι , ἀλλήλοις φθονοῦντες .
Bear One Another’s Burdens (Gal 6:1-10)
6:1 Ἀδελφοί , ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι , ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος , σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς . 6:2 Ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ . 6:3 εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν , φρεναπατᾷ ἑαυτόν . 6:4 Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος , καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον · 6:5 ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει . 6:6 Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς . 6:7 Μὴ πλανᾶσθε , Θεὸς οὐ μυκτηρίζεται . ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος , τοῦτο καὶ θερίσει · 6:8 ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν , ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον . 6:9 Τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐνκακῶμεν , καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι . 6:10 Ἄρα οὖν ὡς καιρὸν ἔχομεν , ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας , μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως .
Final Warning and Benediction (Gal 6:11-18)
6:11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί . 6:12 Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί , οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι , μόνον ἵνα τῷ σταυρῷ τοῦ Χριστοῦ μὴ διώκωνται . 6:13 οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι , ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται . 6:14 Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ , δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ . 6:15 οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία ἀλλὰ καινὴ κτίσις . 6:16 Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν , εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ .
6:17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω · ἐγὼ γὰρ τὰ στίγματα τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω .
6:18 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν , ἀδελφοί · Ἀμήν .