ΠΡΟΣ ΓΑΛΑΤΑΣ
加拉太書 Interlinear
Interlinear 經文 (包括大小寫、標點符號、分行標記 ¬
、段落標記 ¶
) 出自 OGNTa Project (@GitHub; @DCS);經文分段和標題則是根據 UBS5。
Salutation
Gal 1:1-5
- 1:1 (Παῦλος)S1 (ἀπόστολος)°¹=S1
- (οὐκ ἀπ᾽ ἀνθρώπων)°¹⮥
- (οὐδὲ δι᾽ ἀνθρώπου)°¹⮥
- {ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ [Θεοῦ Πατρὸς] [τοῦ (ἐγείραντος)p (αὐτὸν)c (ἐκ νεκρῶν)a]}°¹⮥ ,
- 1:2 καὶ (οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί)S2 (Ταῖς ἐκκλησίαις τῆς Γαλατίας)C ,
- 1:3 (Χάρις)S1 (ὑμῖν)C καὶ (εἰρήνη)S2 {ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ [Κυρίου Ἰησοῦ Χριστοῦ]°²}A
- 1:4a [τοῦ (δόντος)p (ἑαυτὸν)c (ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν)a]°²⮥ ,
- 1:4b ὅπως (ἐξέληται)P°³ (ἡμᾶς)C
- (ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ)A1°³⮥
- (κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν)A2°³⮥ ,
- 1:5 (ᾧ)C°²⮥ (ἡ δόξα)S (εἰς τοὺς αἰῶνας τῶν αἰώνων)A , ἀμήν .
There is No Other Gospel
Gal 1:6-9
- 1:6a (Θαυμάζω)P
- 1:6b ὅτι (οὕτως ταχέως)A (μετατίθεσθε)P
- {ἀπὸ τοῦ [(καλέσαντος)p (ὑμᾶς)c (ἐν χάριτι Χριστοῦ)a]}A
- (εἰς ἕτερον εὐαγγέλιον)A ,
- Gal 1:7 ὃ οὐκ ἔστιν ἄλλο , εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ . Gal 1:8 Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν , ἀνάθεμα ἔστω . Gal 1:9 ὡς προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω · εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε , ἀνάθεμα ἔστω .
Gal 1:10
Gal 1:10 Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν Θεόν ; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν ; εἰ ἔτι ἀνθρώποις ἤρεσκον , Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην .
How Paul Became an Apostle
Gal 1:11-12
Gal 1:11 γνωρίζω γὰρ ὑμῖν , ἀδελφοί , τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾽ ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον · Gal 1:12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό οὔτε ἐδιδάχθην , ἀλλὰ δι᾽ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ .
Gal 1:13-17
Gal 1:13 Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ , ὅτι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν , Gal 1:14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου , περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων . Gal 1:15 Ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ Gal 1:16 ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ , ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν , εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι Gal 1:17 οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους , ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν .
Gal 1:18-24
Gal 1:18 Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Κηφᾶν καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε , Gal 1:19 ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου . Gal 1:20 ἃ δὲ γράφω ὑμῖν , ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ ὅτι οὐ ψεύδομαι . Gal 1:21 Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας · Gal 1:22 ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ . Gal 1:23 μόνον δὲ ἀκούοντες ἦσαν ὅτι Ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει , Gal 1:24 καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν .
Paul Accepted by the Other Apostles
Gal 2:1-10
Gal 2:1 Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα συμπαραλαβὼν καὶ Τίτον · Gal 2:2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν · καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν , κατ᾽ ἰδίαν δὲ τοῖς δοκοῦσιν , μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον . Gal 2:3 ἀλλ᾽ οὐδὲ Τίτος ὁ σὺν ἐμοί , Ἕλλην ὤν , ἠναγκάσθη περιτμηθῆναι · Gal 2:4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους , οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ , ἵνα ἡμᾶς καταδουλώσουσιν , Gal 2:5 οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ , ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς . Gal 2:6 Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, — ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει · πρόσωπον ὁ Θεὸς ἀνθρώπου οὐ λαμβάνει — ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο , Gal 2:7 ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Πέτρος τῆς περιτομῆς , Gal 2:8 ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη , Gal 2:9 καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι , Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης , οἱ δοκοῦντες στῦλοι εἶναι , δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβα κοινωνίας , ἵνα ἡμεῖς εἰς τὰ ἔθνη , αὐτοὶ δὲ εἰς τὴν περιτομήν · Gal 2:10 μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν , ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι .
Paul Rebukes Peter at Antioch
Gal 2:11-14
Gal 2:11 Ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν , κατὰ πρόσωπον αὐτῷ ἀντέστην , ὅτι κατεγνωσμένος ἦν . Gal 2:12 πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν · ὅτε δὲ ἦλθον , ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν φοβούμενος τοὺς ἐκ περιτομῆς . Gal 2:13 καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι , ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει . Gal 2:14 Ἀλλ᾽ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου , εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων · Εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῇς , πῶς τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν ;
Jews, like Gentiles, are Saved by Faith
Gal 2:15-21
Gal 2:15 Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν Ἁμαρτωλοί · Gal 2:16 εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ , καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν , ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου , ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ . Gal 2:17 Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί , ἆρα Χριστὸς ἁμαρτίας διάκονος ; μὴ γένοιτο . Gal 2:18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ , παραβάτην ἐμαυτὸν συνιστάνω . Gal 2:19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον , ἵνα Θεῷ ζήσω . Χριστῷ συνεσταύρωμαι · Gal 2:20 ζῶ δὲ οὐκέτι ἐγώ , ζῇ δὲ ἐν ἐμοὶ Χριστός · ὃ δὲ νῦν ζῶ ἐν σαρκί , ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ . Gal 2:21 Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ · εἰ γὰρ διὰ νόμου δικαιοσύνη , ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν .
Law or Faith
Gal 3:1-6
Gal 3:1 Ὦ ἀνόητοι Γαλάται , τίς ὑμᾶς ἐβάσκανεν , οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος ; Gal 3:2 τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν · ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως ; Gal 3:3 Οὕτως ἀνόητοί ἐστε , ἐναρξάμενοι Πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε ; Gal 3:4 τοσαῦτα ἐπάθετε εἰκῇ ; εἴ γε καὶ εἰκῇ . Gal 3:5 ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν , ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως ; Gal 3:6 Καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ Θεῷ , καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην ·
Gal 3:7-14
Gal 3:7 Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως , οὗτοι υἱοί εἰσιν Ἀβραάμ . Gal 3:8 προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς , προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη · Gal 3:9 ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ . Gal 3:10 Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν , ὑπὸ κατάραν εἰσίν · γέγραπται γὰρ ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά . Gal 3:11 ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ δῆλον , ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται · Gal 3:12 ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως , ἀλλ᾽ Ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς . Gal 3:13 Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα , ὅτι γέγραπται · Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου , Gal 3:14 ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ , ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως .
The Law and the Promise
Gal 3:15-20
Gal 3:15 Ἀδελφοί , κατὰ ἄνθρωπον λέγω · ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται . Gal 3:16 τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ . οὐ λέγει · Καὶ τοῖς σπέρμασιν , ὡς ἐπὶ πολλῶν ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός · Καὶ τῷ σπέρματί σου , ὅς ἐστιν Χριστός . Gal 3:17 Τοῦτο δὲ λέγω · διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν . Gal 3:18 εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία , οὐκέτι ἐξ ἐπαγγελίας · τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ Θεός . Gal 3:19 Τί οὖν ὁ νόμος ; τῶν παραβάσεων χάριν προσετέθη , ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται , διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου . Gal 3:20 ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν , ὁ δὲ Θεὸς εἷς ἐστιν .
Slaves and Sons
Gal 3:21-22
Gal 3:21 Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ ; μὴ γένοιτο . εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι , ὄντως ἐκ νόμου ἂν ἦν ἡ δικαιοσύνη · Gal 3:22 ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν , ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν .
Gal 3:23-25
Gal 3:23 Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συνκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι , Gal 3:24 ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν , ἵνα ἐκ πίστεως δικαιωθῶμεν · Gal 3:25 ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν .
Gal 3:26-29
Gal 3:26 Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ · Gal 3:27 ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε , Χριστὸν ἐνεδύσασθε . Gal 3:28 οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην , οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος , οὐκ ἔνι ἄρσεν καὶ θῆλυ · πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ . Gal 3:29 εἰ δὲ ὑμεῖς Χριστοῦ , ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ , κατ᾽ ἐπαγγελίαν κληρονόμοι .
Gal 4:1-7
Gal 4:1 Λέγω δέ , ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν , οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν , Gal 4:2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός . Gal 4:3 οὕτως καὶ ἡμεῖς , ὅτε ἦμεν νήπιοι , ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἤμεθα δεδουλωμένοι · Gal 4:4 Ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου , ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ , γενόμενον ἐκ γυναικός , γενόμενον ὑπὸ νόμον , Gal 4:5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ , ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν . Gal 4:6 Ὅτι δέ ἐστε υἱοί , ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον · Ἀββᾶ ὁ Πατήρ . Gal 4:7 ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός · εἰ δὲ υἱός , καὶ κληρονόμος διὰ Θεοῦ .
Paul’s Concern for the Galatians
Gal 4:8-11
Gal 4:8 Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσιν θεοῖς · Gal 4:9 νῦν δὲ γνόντες Θεόν , μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ , πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε ; Gal 4:10 ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς , Gal 4:11 φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς .
Gal 4:12-19
Gal 4:12 Γίνεσθε ὡς ἐγώ , ὅτι κἀγὼ ὡς ὑμεῖς , ἀδελφοί , δέομαι ὑμῶν . οὐδέν με ἠδικήσατε · Gal 4:13 Οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον , Gal 4:14 καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε , ἀλλὰ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με , ὡς Χριστὸν Ἰησοῦν . Gal 4:15 ποῦ οὖν ὁ μακαρισμὸς ὑμῶν ; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἐδώκατέ μοι . Gal 4:16 ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν ; Gal 4:17 Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς , ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν , ἵνα αὐτοὺς ζηλοῦτε · Gal 4:18 καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς . Gal 4:19 Τέκνα μου , οὓς πάλιν ὠδίνω μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν ·
The Allegory of Hagar and Sarah
Gal 4:21-5:1
Gal 4:21 Λέγετέ μοι , οἱ ὑπὸ νόμον θέλοντες εἶναι , τὸν νόμον οὐκ ἀκούετε ; Gal 4:22 γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν , ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας . Gal 4:23 ἀλλ᾽ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται , ὁ δὲ ἐκ τῆς ἐλευθέρας δι᾽ ἐπαγγελίας . Gal 4:24 ἅτινά ἐστιν ἀλληγορούμενα · αὗται γάρ εἰσιν δύο διαθῆκαι , μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα , ἥτις ἐστὶν Ἁγάρ . Gal 4:25 τὸ δὲ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ · συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ , δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς . Gal 4:26 ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν , ἥτις ἐστὶν μήτηρ ἡμῶν · Gal 4:27 γέγραπται γάρ · Εὐφράνθητι , στεῖρα ἡ οὐ τίκτουσα , ῥῆξον καὶ βόησον , ἡ οὐκ ὠδίνουσα · ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα . Gal 4:28 Ὑμεῖς δέ , ἀδελφοί , κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ . Gal 4:29 ἀλλ᾽ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ Πνεῦμα , οὕτως καὶ νῦν . Gal 4:30 Ἀλλὰ τί λέγει ἡ γραφή ; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς · οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας . Gal 4:31 διό , ἀδελφοί , οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας . Gal 5:1 Τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν · στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε .
Christian Freedom
Gal 5:2-6
Gal 5:2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε , Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει . Gal 5:3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι . Gal 5:4 κατηργήθητε ἀπὸ Χριστοῦ , οἵτινες ἐν νόμῳ δικαιοῦσθε , τῆς χάριτος ἐξεπέσατε . Gal 5:5 Ἡμεῖς γὰρ Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα . Gal 5:6 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη .
Gal 5:7-12
Gal 5:7 Ἐτρέχετε καλῶς · τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι ; Gal 5:8 ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς . Gal 5:9 μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ . Gal 5:10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε · ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα , ὅστις ἐὰν ᾖ . Gal 5:11 Ἐγὼ δέ , ἀδελφοί , εἰ περιτομὴν ἔτι κηρύσσω , τί ἔτι διώκομαι ; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ . Gal 5:12 Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς .
Gal 5:13-15
Gal 5:13 Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε , ἀδελφοί · μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί , ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις . Gal 5:14 ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται , ἐν τῷ · Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν . Gal 5:15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε , βλέπετε μὴ ὑπ᾽ ἀλλήλων ἀναλωθῆτε .
The Fruit of the Spirit and the Works of the Flesh
Gal 5:16-21
Gal 5:16 Λέγω δέ , Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε . Gal 5:17 ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος , τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός , ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται , ἵνα μὴ ἃ ἐὰν θέλητε ταῦτα ποιῆτε . Gal 5:18 εἰ δὲ Πνεύματι ἄγεσθε , οὐκ ἐστὲ ὑπὸ νόμον . Gal 5:19 Φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός , ἅτινά ἐστιν πορνεία , ἀκαθαρσία , ἀσέλγεια , Gal 5:20 εἰδωλολατρία , φαρμακεία , ἔχθραι , ἔρις , ζῆλος , θυμοί , ἐριθεῖαι , διχοστασίαι , αἱρέσεις , Gal 5:21 φθόνοι , μέθαι , κῶμοι καὶ τὰ ὅμοια τούτοις , ἃ προλέγω ὑμῖν , καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν .
Gal 5:22-26
Gal 5:22 Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη χαρά εἰρήνη , μακροθυμία χρηστότης ἀγαθωσύνη , πίστις Gal 5:23 πραΰτης ἐγκράτεια · κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος . Gal 5:24 Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις . Gal 5:25 Εἰ ζῶμεν Πνεύματι , Πνεύματι καὶ στοιχῶμεν . Gal 5:26 μὴ γινώμεθα κενόδοξοι , ἀλλήλους προκαλούμενοι , ἀλλήλοις φθονοῦντες .
Bear One Another’s Burdens
Gal 6:1-10
Gal 6:1 Ἀδελφοί , ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι , ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος , σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς . Gal 6:2 Ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ . Gal 6:3 εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν , φρεναπατᾷ ἑαυτόν . Gal 6:4 Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος , καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον · Gal 6:5 ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει . Gal 6:6 Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς . Gal 6:7 Μὴ πλανᾶσθε , Θεὸς οὐ μυκτηρίζεται . ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος , τοῦτο καὶ θερίσει · Gal 6:8 ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν , ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον . Gal 6:9 Τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐνκακῶμεν , καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι . Gal 6:10 Ἄρα οὖν ὡς καιρὸν ἔχομεν , ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας , μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως .
Final Warning and Benediction
Gal 6:11-16
Gal 6:11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί . Gal 6:12 Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί , οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι , μόνον ἵνα τῷ σταυρῷ τοῦ Χριστοῦ μὴ διώκωνται . Gal 6:13 οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι , ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται . Gal 6:14 Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ , δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ . Gal 6:15 οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία ἀλλὰ καινὴ κτίσις . Gal 6:16 Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν , εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ .
Gal 6:17
Gal 6:17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω · ἐγὼ γὰρ τὰ στίγματα τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω .
Gal 6:18
Gal 6:18 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν , ἀδελφοί · Ἀμήν .
加拉太書希臘文筆記 ↵