登山寶訓 (四行 Interlinear)
Interlinear 經文 (包括大小寫、標點符號) 出自 Macula Greek SBLGNT;經文分段和標題則是根據 UBS5。
The Sermon on the Mount (Mat 5:1-2)
5:1 Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος · καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ · 5:2 καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων ·
The Beatitudes (Mat 5:3-12)
5:3 Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι , ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν . 5:4 μακάριοι οἱ πενθοῦντες , ὅτι αὐτοὶ παρακληθήσονται . 5:5 μακάριοι οἱ πραεῖς , ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν . 5:6 μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην , ὅτι αὐτοὶ χορτασθήσονται . 5:7 μακάριοι οἱ ἐλεήμονες , ὅτι αὐτοὶ ἐλεηθήσονται . 5:8 μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ , ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται . 5:9 μακάριοι οἱ εἰρηνοποιοί , ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται . 5:10 μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης , ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν . 5:11 μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ . 5:12 χαίρετε καὶ ἀγαλλιᾶσθε , ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς · οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν .
Salt and Light (Mat 5:13-16)
5:13 Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς · ἐὰν δὲ τὸ ἅλας μωρανθῇ , ἐν τίνι ἁλισθήσεται ; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθὲν ἔξω καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων . 5:14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου . οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη · 5:15 οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν , καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ . 5:16 οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων , ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς .
Teaching about the Law (Mat 5:17-20)
5:17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας · οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι · 5:18 ἀμὴν γὰρ λέγω ὑμῖν , ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ , ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου , ἕως ἂν πάντα γένηται . 5:19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους , ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν · ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ , οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν . 5:20 λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων , οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν .
Teaching about Anger (Mat 5:21-26)
5:21 Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις · Οὐ φονεύσεις · ὃς δ᾽ ἂν φονεύσῃ , ἔνοχος ἔσται τῇ κρίσει . 5:22 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει · ὃς δ᾽ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ · Ῥακά , ἔνοχος ἔσται τῷ συνεδρίῳ · ὃς δ᾽ ἂν εἴπῃ · Μωρέ , ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός . 5:23 ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ , 5:24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου , καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου . 5:25 ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ μετ᾽ αὐτοῦ ἐν τῇ ὁδῷ , μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ , καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ , καὶ εἰς φυλακὴν βληθήσῃ · 5:26 ἀμὴν λέγω σοι , οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην .
Teaching about Adultery (Mat 5:27-30)
5:27 Ἠκούσατε ὅτι ἐρρέθη · Οὐ μοιχεύσεις . 5:28 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ . 5:29 εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε , ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ , συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν . 5:30 καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε , ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ , συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου εἰς γέενναν ἀπέλθῃ .
Teaching about Divorce (Mat 5:31-32)
5:31 Ἐρρέθη δέ · Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ , δότω αὐτῇ ἀποστάσιον . 5:32 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι , καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται .
Teaching about Oaths (Mat 5:33-37)
5:33 Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις · Οὐκ ἐπιορκήσεις , ἀποδώσεις δὲ τῷ κυρίῳ τοὺς ὅρκους σου . 5:34 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως · μήτε ἐν τῷ οὐρανῷ , ὅτι θρόνος ἐστὶν τοῦ θεοῦ · 5:35 μήτε ἐν τῇ γῇ , ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ · μήτε εἰς Ἱεροσόλυμα , ὅτι πόλις ἐστὶν τοῦ μεγάλου βασιλέως · 5:36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς , ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι ἢ μέλαιναν . 5:37 ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί , οὒ οὔ · τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν .
Teaching about Retaliation (Mat 5:38-42)
5:38 Ἠκούσατε ὅτι ἐρρέθη · Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος . 5:39 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ · ἀλλ᾽ ὅστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα , στρέψον αὐτῷ καὶ τὴν ἄλλην · 5:40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν , ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον · 5:41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν , ὕπαγε μετ᾽ αὐτοῦ δύο . 5:42 τῷ αἰτοῦντί σε δός , καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς .
Love for Enemies (Mat 5:43-48)
5:43 Ἠκούσατε ὅτι ἐρρέθη · Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου . 5:44 ἐγὼ δὲ λέγω ὑμῖν , ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς · 5:45 ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς , ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους . 5:46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς , τίνα μισθὸν ἔχετε ; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν ; 5:47 καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον , τί περισσὸν ποιεῖτε ; οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν ; 5:48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν .
Teaching about Almsgiving (Mat 6:1-4)
6:1 Προσέχετε δὲ τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς · εἰ δὲ μή γε , μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς . 6:2 Ὅταν οὖν ποιῇς ἐλεημοσύνην , μὴ σαλπίσῃς ἔμπροσθέν σου , ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις , ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων · ἀμὴν λέγω ὑμῖν , ἀπέχουσιν τὸν μισθὸν αὐτῶν . 6:3 σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου , 6:4 ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ · καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι .
Teaching about Prayer (Mat 6:5-15)
6:5 Καὶ ὅταν προσεύχησθε , οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί · ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι , ὅπως φανῶσιν τοῖς ἀνθρώποις · ἀμὴν λέγω ὑμῖν , ἀπέχουσι τὸν μισθὸν αὐτῶν . 6:6 σὺ δὲ ὅταν προσεύχῃ , εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ · καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι . 6:7 Προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί , δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται · 6:8 μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς , οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν . 6:9 Οὕτως οὖν προσεύχεσθε ὑμεῖς · Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς · ἁγιασθήτω τὸ ὄνομά σου , 6:10 ἐλθέτω ἡ βασιλεία σου , γενηθήτω τὸ θέλημά σου , ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς · 6:11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον · 6:12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν , ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν · 6:13 καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν , ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ . 6:14 ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν , ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος · 6:15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις , οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν .
Teaching about Fasting (Mat 6:16-18)
6:16 Ὅταν δὲ νηστεύητε , μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ σκυθρωποί , ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες · ἀμὴν λέγω ὑμῖν , ἀπέχουσιν τὸν μισθὸν αὐτῶν . 6:17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι , 6:18 ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυφαίῳ · καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυφαίῳ ἀποδώσει σοι .
Treasure in Heaven (Mat 6:19-21)
6:19 Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς , ὅπου σὴς καὶ βρῶσις ἀφανίζει , καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν · 6:20 θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ , ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει , καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν · 6:21 ὅπου γάρ ἐστιν ὁ θησαυρός σου , ἐκεῖ ἔσται καὶ ἡ καρδία σου .
The Light of the Body (Mat 6:22-23)
6:22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός . ἐὰν οὖν ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς , ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται · 6:23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ , ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται . εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν , τὸ σκότος πόσον .
God and Mammon (Mat 6:24)
6:24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν · ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει , ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει . οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ .
Care and Anxiety (Mat 6:25-34)
6:25 Διὰ τοῦτο λέγω ὑμῖν · μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε , μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε · οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος ; 6:26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας , καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά · οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν ; 6:27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα ; 6:28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε ; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν · οὐ κοπιῶσιν οὐδὲ νήθουσιν · 6:29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων . 6:30 εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσιν , οὐ πολλῷ μᾶλλον ὑμᾶς , ὀλιγόπιστοι ; 6:31 μὴ οὖν μεριμνήσητε λέγοντες · Τί φάγωμεν ; ἤ · Τί πίωμεν ; ἤ · Τί περιβαλώμεθα ; 6:32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητοῦσιν · οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων . 6:33 ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ , καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν . 6:34 μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον , ἡ γὰρ αὔριον μεριμνήσει αὑτῆς · ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς .
Judging Others (Mat 7:1-6)
7:1 Μὴ κρίνετε , ἵνα μὴ κριθῆτε · 7:2 ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε , καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν . 7:3 τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου , τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς ; 7:4 ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου · Ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου , καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ ; 7:5 ὑποκριτά , ἔκβαλε πρῶτον ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν , καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου . 7:6 Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν , μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων , μήποτε καταπατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς .
Ask, Seek, Knock (Mat 7:7-12)
7:7 Αἰτεῖτε , καὶ δοθήσεται ὑμῖν · ζητεῖτε , καὶ εὑρήσετε · κρούετε , καὶ ἀνοιγήσεται ὑμῖν . 7:8 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται . 7:9 ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος , ὃν αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον μὴ λίθον ἐπιδώσει αὐτῷ ; 7:10 ἢ καὶ ἰχθὺν αἰτήσει μὴ ὄφιν ἐπιδώσει αὐτῷ ; 7:11 εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν , πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν . 7:12 Πάντα οὖν ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι , οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς · οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται .
The Narrow Gate (Mat 7:13-14)
7:13 Εἰσέλθατε διὰ τῆς στενῆς πύλης · ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν , καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾽ αὐτῆς · 7:14 ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν , καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν .
A Tree Known by Its Fruit (Mat 7:15-20)
7:15 Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν , οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες . 7:16 ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς . μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς ἢ ἀπὸ τριβόλων σῦκα ; 7:17 οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ , τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ · 7:18 οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν , οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν . 7:19 πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται . 7:20 ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς .
I Never Knew You (Mat 7:21-23)
7:21 Οὐ πᾶς ὁ λέγων μοι · Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν , ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς . 7:22 πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ · Κύριε κύριε , οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν , καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν , καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν ; 7:23 καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς · ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν .
The Two Foundations (Mat 7:24-29)
7:24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς , ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ , ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν . 7:25 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ , καὶ οὐκ ἔπεσεν , τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν . 7:26 καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ , ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον . 7:27 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ , καὶ ἔπεσεν , καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη . 7:28 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους , ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ · 7:29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν .